Galatians 3:10-13

10Ὅσοι γὰρ ἐξ ἔργων νόμου εἰσὶν ὑπὸ κατάραν εἰσίν, γέγραπται γὰρ
 ὅτι = WH Treg NA/NIV: || [omit] = RP
ὅτι Ἐπικατάρατος πᾶς ὃς οὐκ
 ἐμμένει = WH Treg NA/NIV: || ἐμμένει ἐν = RP
ἐμμένει πᾶσιν τοῖς γεγραμμένοις ἐν τῷ βιβλίῳ τοῦ νόμου τοῦ ποιῆσαι αὐτά.
11ὅτι δὲ ἐν νόμῳ οὐδεὶς δικαιοῦται παρὰ τῷ θεῷ δῆλον, ὅτι δίκαιος ἐκ πίστεως ζήσεται, 12 δὲ νόμος οὐκ ἔστιν ἐκ πίστεως, ἀλλ᾽· ποιήσας
 αὐτὰ = WH Treg NA/NIV: || αὐτὰ ἄνθρωπος = RP
αὐτὰ ζήσεται ἐν αὐτοῖς.
13Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου γενόμενος ὑπὲρ ἡμῶν κατάρα,
 ὅτι γέγραπται = WH Treg NA/NIV: || γέγραπται γάρ = RP
ὅτι γέγραπται ⸃· Ἐπικατάρατος πᾶς κρεμάμενος ἐπὶ ξύλου,

Galatians 3:17

17τοῦτο δὲ λέγω· διαθήκην προκεκυρωμένην ὑπὸ τοῦ
 θεοῦ = WH Treg NA/NIV: || θεοῦ εἰς Χριστὸν = RP
θεοῦ μετὰ
 τετρακόσια καὶ τριάκοντα ἔτη = WH Treg NA/NIV: || ἔτη τετρακόσια καὶ τριάκοντα = RP
τετρακόσια καὶ τριάκοντα ἔτη ⸃ γεγονὼς νόμος οὐκ ἀκυροῖ, εἰς τὸ καταργῆσαι τὴν ἐπαγγελίαν.

Hebrews 3:5-6

5καὶ Μωϋσῆς μὲν πιστὸς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ ὡς θεράπων εἰς μαρτύριον τῶν λαληθησομένων, 6Χριστὸς δὲ ὡς υἱὸς ἐπὶ τὸν οἶκον αὐτοῦ·
 ὅς = Holmes: || οὗ = WH Treg NA/NIV RP
ὅς οἶκός ἐσμεν ἡμεῖς,
 ἐὰν = WH Treg: || ἐάνπερ = NA/NIV RP
ἐὰν τὴν παρρησίαν καὶ τὸ καύχημα τῆς
 ἐλπίδος = NA/NIV: || ἐλπίδος μέχρι τέλους βεβαίαν = WH Treg RP
ἐλπίδος κατάσχωμεν.

Hebrews 8:8-12

8μεμφόμενος γὰρ
 αὐτοὺς = WH NA/NIV: || αὐτοῖς = RP Treg
αὐτοὺς λέγει· Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει κύριος, καὶ συντελέσω ἐπὶ τὸν οἶκον Ἰσραὴλ καὶ ἐπὶ τὸν οἶκον Ἰούδα διαθήκην καινήν,
9οὐ κατὰ τὴν διαθήκην ἣν ἐποίησα τοῖς πατράσιν αὐτῶν ἐν ἡμέρᾳ ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου, ὅτι αὐτοὶ οὐκ ἐνέμειναν ἐν τῇ διαθήκῃ μου, κἀγὼ ἠμέλησα αὐτῶν, λέγει κύριος. 10ὅτι αὕτη διαθήκη ἣν διαθήσομαι τῷ οἴκῳ Ἰσραὴλ μετὰ τὰς ἡμέρας ἐκείνας, λέγει κύριος, διδοὺς νόμους μου εἰς τὴν διάνοιαν αὐτῶν, καὶ ἐπὶ καρδίας αὐτῶν ἐπιγράψω αὐτούς, καὶ ἔσομαι αὐτοῖς εἰς θεόν καὶ αὐτοὶ ἔσονταί μοι εἰς λαόν. 11καὶ οὐ μὴ διδάξωσιν ἕκαστος τὸν πολίτην αὐτοῦ καὶ ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ, λέγων· Γνῶθι τὸν κύριον, ὅτι πάντες εἰδήσουσίν με ἀπὸ
 μικροῦ = WH Treg NA/NIV: || μικροῦ αὐτῶν = RP
μικροῦ ἕως μεγάλου αὐτῶν.
12ὅτι ἵλεως ἔσομαι ταῖς ἀδικίαις αὐτῶν, καὶ τῶν ἁμαρτιῶν
 αὐτῶν = WH Treg NA/NIV: || αὐτῶν καὶ τῶν ἀνομιῶν αὐτῶν = RP
αὐτῶν οὐ μὴ μνησθῶ ἔτι.
Copyright information for SBLG